St John The Magos
φάρμακον θανάσιμον. κελεύσαντος δὲ τοῦ βασιλέως δοθῆναι φάρμακον αὐθωρὸν προσεκόμισαν. λαβὼν οὖν ὁ Ἰωάννης καὶ βαλὼν ἐν κύλικι μεγάλῳ πληρώσας ὕδατος συνεκέρασεν, καὶ ἀναβοήσας φωνῇ μεγάλῃ εἶπεν· Ἐν τῷ ὀνόματί σου Ἰησοῦ Χριστὲ υἱὲ τοῦ θεοῦ πίνω τὸ ποτήριον ὃ σὺ γλυκανεῖς, καὶ (10) τὸ ἐν αὐτῷ φάρμακον τῷ ἁγίῳ σου πνεύματι συγκέρασον καὶ ποίησον αὐτὸ πόμα ζωῆς καὶ σωτηρίας γενέσθαι εἰς ἴασιν ψυχῆς καὶ σώματος, εἰς πέψιν, εἰς ἀβλαβῆ διοίκησιν, εἰς @ 1 πίστιν ἀμετανόητον, εἰς ἀνεξάρνητον μαρτύριον τοῦ θανάτου ὡς ποτήριον εὐχαριστίας. (15)